Μνήμη τῶν
Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.
Προκείμενον. Ἦχος πλ. δ΄[ Ψαλμός 18]
Στίχ.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ.
Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ
Ἀνάγνωσμα.
Κεφ. 6:1-7
Ἐν
ἐν ταῖς ἡμέραις ἐκείναις, πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν ῾Ελληνιστῶν
πρὸς τοὺς ῾Εβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς
καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν, ἀδελφοί,
ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ῾Αγίου καὶ σοφίας, οὓς
καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου
προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο
Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ῾Αγίου, καὶ Φίλιππον καὶ Πρόχορον
καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον ᾿Αντιοχέα, οὓς ἔστησαν
ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος
τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ῾Ιερουσαλὴμ σφόδρα,
πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.
Ἀλληλούϊα
[γ΄]. Ἦχος α΄ [Ψαλμός 88].
Στίχ.
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ.
Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου