Ἡ παγκόσμιος
Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Ἐν τῇ
Λειτουργίᾳ τὰ παρόντα ἀντίφωνα:
Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 21].
Στίχ.
α'. Ὁ Θεός μου πρόσχες μοι, ἵνα τὶ ἐγκατέλιπές με;
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ.
β'. Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ.
γ'. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ.
δ'. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β´. Ἦχος β´ [Ψαλμός 73].
Στίχ.
α'. Ἴνα τὶ ὁ Θεὸς ἀπώσω εἰς τέλος;
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς,
ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ.
β'. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ...
Στίχ.
γ'. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ...
Στίχ.
δ'. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ...
Δόξα... Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος
τοῦ Θεοῦ...
Ἀντίφωνον Γ´. Ἦχος α´ [Ψαλμός 98].
Στίχ.
α'. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.
Σῶσον
Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ
βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Στίχ.
β'. Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.
Σῶσον Κύριε τὸν λαόν
σου...
Στίχ.
γ'. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστι ἐπὶ πάντας τοὺς λαούς.
Σῶσον Κύριε τὸν λαόν
σου...
Στίχ.
δ'. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.
Σῶσον Κύριε τὸν λαόν
σου...
Εἰσοδικόν [Ψαλμός 98].
Ὑψοῦτε
Κύριον τὸν Θεὸν ἡμῶν. καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστι.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Προκείμενον.
Ἦχος βαρύς [Ψαλμός 98]
Στίχ.
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ.
Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ... ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 1:18-24
Ἀδελφοί,
ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν
δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν
τῶν συνετῶν ἀθετήσω». Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;
Οὐχὶ ἐμώρανεν ὁ Θεός την σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ
Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας
τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ
῞Ελληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾿Ιουδαίοις
μὲν σκάνδαλον, ῞Ελλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι,
Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.
Ἀλληλούϊα
[γ΄]. Ἦχος α΄ [Ψαλμός 77]
Στίχ.
Μνήσθητι τῆς Συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.
Στίχ.
Ὁ δὲ Βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Κοινωνικόν
[Ψαλμός 4].
Ἐσημειώθη
ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου