Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου.
Προκείμενον.
Ἦχος δ' [Ψαλμός 67]
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ.
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 5:8-19
Ἀδελφοί,
ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ
δικαιοσύνη καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ
συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ
γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ
τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ
καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς
ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι
αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα
τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι,
λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες
ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
Ἀλληλούϊα
[γ΄]. Ἦχος δ΄ [Ψαλμός 33, 111]
Στίχ.
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου