Παρασκευή 14 Δεκεμβρίου 2018

11. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.


Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ
ἡμῖν;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ.  13: 7-16
δελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾿Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ «εἰσφέρεται» ζῴων τ«ὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ῞Αγια» διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα «κατακαίεται ἔξω τῆς παρεμβολῆς»· διὸ καὶ ᾿Ιησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν «ἔξω τῆς παρεμβολῆς» τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι᾿ αὐτοῦ οὖν «ἀναφέρωμεν θυσίαν αἰνέσεως» διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστι «καρπὸν χειλέων» ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

Ἀλληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 111].

Στίχ.  Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου