Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Γρηγορίου, ἐπισκόπου τῆς
μεγάλης Ἀρμενίας.
Προκείμενον.
Ἦχος βαρύς [Ψαλμός 115]
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ.
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ
ἡμῖν;
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 16:13-24
Ἀδελφοί,
γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ
γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ
τῆς ᾿Αχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε
τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ
Στεφανᾶ καὶ Φουρτουνάτου καὶ ᾿Αχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν
γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. ᾿Ασπάζονται ὑμᾶς
αἱ ἐκκλησίαι τῆς ᾿Ασίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ ᾿Ακύλας καὶ Πρίσκιλλα σὺν
τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους
ἐν φιλήματι ἁγίῳ. ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν
Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. ῾Η χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἡ
ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.
Ἀλληλούϊα
[γ΄]. Ἦχος β΄ [Ψαλμός 131].
Στίχ.
Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ.
Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου