Πέμπτη 13 Δεκεμβρίου 2018

21. Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ καὶ Ἰωάννου τοῦ συνασκητοῦ αὐτοῦ.


Μνήμη τῶν  Ὁσίων Πατέρων ἡμῶν Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ καὶ Ἰωάννου τοῦ συνασκητοῦ αὐτοῦ.

Προκείμενον. Ἦχος δ΄[ Ψαλμός 39,33]
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ.   3: 18-23
δελφοί, μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· «Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν»· καὶ πάλιν· «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι». Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος εἴτε ᾿Απολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

Ἀλληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 111].

Στίχ.  Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου