Προκείμενον.
Ἦχος γ' [Ψαλμός μστ΄ 46]
Στίχ.
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ.
Πάντα ἔθνη κροτήσατε χεῖρας.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 2:6-9
Ἀδελφοί,
σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων
τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν
ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν
ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης
ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται, Ἅ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ
καρδίαν ἀνθρώπουν οὐκ ἀνέβη, ἃ ἠτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
Ἀλληλούϊα
[γ΄]. Ἦχος πλ. α΄ [Ψαλμός πη΄ 88].
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Στίχ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου