Μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου, καὶ τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου,
Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.
Προκείμενον.
Ἦχος βαρύς [Ψαλμός 149]
Στίχ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ
Στίχ.
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πρὸς Β΄ Κορινθίους Ἐπιστολῆς Παύλουτὸ Ἀναγνωσμα.
Κεφ.9: 6-11
Ἀδελφοί,
ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις
καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν
γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα
ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς
γέγραπται· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα».
Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι
τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι
εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.
Ἀλληλούϊα[γ΄]. Ἦχος πλ. β΄ [Ψαλμός 111].
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ.
Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου