Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου,
Προκείμενον.
Ἦχος δ' [Ψαλμός 67]
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ.
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ.2: 4-10
Ἀδελφοί,
ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας
ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι·
καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ᾿Ιησοῦ, ἵνα ἐνδείξηται
ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν
χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ ᾿Ιησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως·
καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Αὐτοῦ
γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν
ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
Ἀλληλούϊα
[γ΄]. Ἦχος δ΄ [Ψαλμός 33, 111]
Στίχ.
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου