Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ.
Ἐν τῇ Λειτουργίᾳ τὰ παρόντα ἀντίφωνα:
Ἀντίφωνον α΄. Ἦχος β΄. (Ψαλμός 113)
Στίχ.
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ.
Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ.
Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα Πατρί. Και νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον β΄. Ἦχος β΄. (Ψαλμός114΄)
Στίχ.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σῶσον
ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ᾿Ιορδάνη ὑπὸ ᾿Ιωάννου βαπτισθείς ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς
ἡμέραις μου ἐπικαλέσομαι.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ᾿Ιορδάνη...
Στίχ.
Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ᾿Ιορδάνη...
Στίχ.
Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ᾿Ιορδάνη...
Δόξα Πατρί. Και νῦν.
Ὁ Μονογενής Υἱός καὶ Λόγος τοῦ Θεοῦ...
Ἀντίφωνον γ΄. Ἦχος α΄. (Ψαλμός 117΄)
Στίχ.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος
ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ
φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές.
Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Στίχ.
Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν ᾿Ιορδάνη βαπτιζομένου σου, Κύριε...
Στίχ.
Εἰπάτω δὴ οἶκος Ἀαρὼν ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν ᾿Ιορδάνη βαπτιζομένου σου, Κύριε...
Στίχ.
Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ.
Ἐν ᾿Ιορδάνη βαπτιζομένου σου, Κύριε...
Εἰσοδικόν. (Ψαλμός 117΄)
Εὐλογημένος
ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱέ
Θεοῦ, ὁ ἐν ᾿Ιορδάνη...
Προκείμενον.
Ἦχος δ΄ (Ψαλμός 117)
Στίχ.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός,
Πρὸς Τίτον Ἐπιστολῆς
Παύλου τό Ἀνάγνωσμα.
Κεφ. 2: 11-14, 3: 4-7
Τέκνον
Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι
τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν
ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ
μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα
λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν
καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ
φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν
ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως
Πνεύματος ῾Αγίου, οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως διὰ ᾿Ιησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου.
Ἀλληλούϊα
[γ΄]. Ἦχος α΄ [Ψαλμός 28].
Στίχ.
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ... ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
Στίχ.
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
Κοινωνικόν [Τίτ 2:11].
Ἐπεφάνη
ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου