Μνήμη τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.
Προκείμενον.
Ἦχος βαρύς [Ψαλμός 149]
Στίχ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ
Στίχ.
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 5:22-6:2
Ἀδελφοί,
ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη,
πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ
τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι,
Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις
φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ
πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ
καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον
τοῦ Χριστοῦ.
Ἀλληλούϊα[γ΄]. Ἦχος πλ. β΄ [Ψαλμός 111].
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. Ἡ δικαιοσύνη αὐτοῦ μένει
εἰς τὸν αἰῶνα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου