Τετάρτη 12 Δεκεμβρίου 2018

11. Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου.


Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου.

Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 4:6-15
δελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ ᾿Ιησοῦ Χριστοῦ. ῎Εχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου ᾿Ιησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ ᾿Ιησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ ᾿Ιησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ ᾿Ιησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, «Ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον ᾿Ιησοῦν καὶ ἡμᾶς διὰ ᾿Ιησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Ἀλληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός λγ΄ 33]
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου