Πέμπτη 13 Δεκεμβρίου 2018

16. Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας.


Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας.

Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 6:1-10
δελφοί,  συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς - λέγει γὰρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν «καιρὸς εὐπρόσδεκτος», ἰδοὺ νῦν «ἡμέρα σωτηρίας» -  μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ῾Αγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Ἀλληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός 39]

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου