Ἐν τῇ Λειτουργίᾳ τὰ
παρόντα ἀντίφωνα:
Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 110].
Στίχ. α'. Ἐξομολογήσομαί σοι
Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. β'. Μεγάλα τὰ ἔργα Κυρίου,
ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ'. Ἐξομολόγησις καὶ
μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ'. Ἅγιον καὶ φοβερὸν
τὸ ὄνομα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν ...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β´. Ἦχος β´ [Ψαλμός 111].
Στίχ. α'. Μακάριος ἀνήρ, ὁ
φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς,
ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. β.' Δυνατὸν ἐν τῇ γῇ ἔσται
τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχ. γ'. Δόξα καὶ πλοῦτος ἐν
τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχ. δ'. Ἐξανέτειλεν ἐν σκότει
φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶοἰκτίρμων καὶ δίκαιος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Δόξα... Καὶ νῦν ...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ...
Ἀντίφωνον Γ´. Ἦχος δ´ [Ψαλμός 109].
Στίχ. α'. Εἶπεν ὁ Κύριος τῷ
Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου.
Ἡ γέννησίς σου Χριστὲ ὁ
Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις
λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης,
καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Στίχ. β'. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ
σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Στίχ. γ'. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν
ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Εἰσοδικόν [Ψαλμός 109].
Ἐκ
γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς
εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου
τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Προκείμενον. Ἦχος πλ,
δ' [Ψαλμός 65]
Στίχ.
Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Πρὸς Γαλάτας Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 4:4-7
Ἀδελφοί,
ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ
γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας
ὑμῶν, κρᾶζον· Ἀββᾶ ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός· εἶ δὲ υἱός, καὶ
κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
Ἀλληλούϊα
[γ΄]. Ἦχος α΄ [Ψαλμός 18].
Στίχ. Οἱ οὐρανοί
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται
ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Κοινωνικόν [Ψαλμός 110].
Λύτρωσιν ἀπέστειλε Κύριος
τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου