Τετάρτη 12 Δεκεμβρίου 2018

1. Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.


Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ.  14:20-25
δελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Ἐν τῷ νόμῳ γέγραπται ὅτι «ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί» μου, λέγει Κύριος. Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. ᾿Εὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπί τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἤ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἀπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπί πρόσωπον προσκυνήσει τῶ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου