Μνήμη τῶν
Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης
Προκείμενον.
Ἦχος δ' [Ψαλμός 67]
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ.
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 4:22-27
Ἀδελφοί,
᾿Αβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾿ ὁ
μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
Ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ,
εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν ῎Αγαρ. Τὸ γὰρ ῎Αγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾿Αραβίᾳ,
συστοιχεῖ δὲ τῇ νῦν ῾Ιερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω ῾Ιερουσαλὴμ
ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· «Εὐφράνθητι στεῖρα ἡ
οὐ τίκτουσα, ῥῆξον καὶ βόησον οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον
ἢ τῆς ἐχούσης τὸν ἄνδρα».
Ἀλληλούϊα
[γ΄]. Ἦχος δ΄ [Ψαλμός λγ΄ 33]
Στίχ.
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ.
Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου