Μνήμη τῶν
Ἐγκαινίων τοῦ ναοῦ τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως.
Προκείμενον.
Ἦχος δ' [Ψαλμός 92]
Στίχ.
Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμέραν.
Στίχ.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Πρὸς Ἑβραίους Ἐπιστολῆς
Παύλου
Κεφ. 3:1-4
Ἀδελφοί
ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας
ἡμῶν ᾿Ιησοῦν Χριστόν, «πιστὸν» ὄντα τῷ ποιήσαντι αὐτόν, «ὡς καὶ Μωῡσῆς ἐν ὅλῳ τῷ
οἴκῳ αὐτοῦ». Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωῡσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα
τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό
τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.
Ἀλληλούϊα
[γ΄]. Ἦχος α΄ [Ψαλμός 86]
Στίχ.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Στίχ.
Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Κοινωνικόν
[Ψαλμός 25].
Κύριε,
ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου