Ἡ ἀποτομή
τῆς τιμίας Κεφαλῆς τοῦ ἁγίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, Ἰωάννου.
Προκείμενον.
Ἦχος βαρύς' [Ψαλμός 63]
Στίχ.
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ.
Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πράξεων τῶν Ἀποστόλων τὸ
Ἀνάγνωσμα.
Κεφ. 13:25-32
Ἐν
ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς ἐπλήρου ὁ ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε
εἶναι; Οὐκ εἰμί ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν
ποδῶν λῦσαι. ῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν
Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ
καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν
σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες
ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα,
καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ῾Ιερουσαλήμ,
οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς
τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν,
ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν.
Ἀλληλούϊα
[γ΄]. Ἦχος β΄ [Ψαλμός 91].
Στίχ.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται
Στίχ.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου