Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ Θεοφόρου
Προκείμενον.
Ἦχος βαρύς [Ψαλμός 115]
Στίχ. Τίμιος ἐναντίον Κυρίου
ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ
περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα.
Κεφ. 10:32-38
Ἀδελφοί,
ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε
παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ
τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ
τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς
κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν,
ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ
Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. «Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει
καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται».
Ἀλληλούϊα
[γ΄]. Ἦχος β΄ [Ψαλμός 131].
Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν
Σιών.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου