Τετάρτη 12 Δεκεμβρίου 2018

6. Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.


Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς  Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα.
Κεφ. 8:1-6
δελφοί, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ῾Αγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾿ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· «Ὅρα» γάρ φησι, «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει»· νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Ἀλληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 131].

Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου