Τετάρτη 12 Δεκεμβρίου 2018

6. Μνήμη τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ.


Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ.

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ.  13: 17-21
δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν «τὸν ποιμένα τῶν προβάτων» τὸν μέγαν «ἐν αἵματι διαθήκης αἰωνίου», τὸν κύριον ἡμῶν ᾿Ιησοῦν, καταρτίσαι ἡμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾿Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἀλληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός 131].

Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου