Τετάρτη 12 Δεκεμβρίου 2018

24. Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Ὑπεραγίας Θεοτόκου «Μυρτιδιωτίσσης», καὶ μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.


Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Ὑπεραγίας Θεοτόκου «Μυρτιδιωτίσσης», καὶ μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.


Τῆς Θεοτόκου

Προκείμενον. Ἦχος γ' Ὠδή τῆς Θεοτόκου [Λουκ. α]
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 2:5-11
δελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ ᾿Ιησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
Ἀλληλούϊα [γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 44].

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Τῆς Μεγαλομάρτυρος

Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς  Τιμοθέου Β΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα.
Κεφ. 3:10-15
Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν ᾿Αντιοχείᾳ, ἐν ᾿Ικονίῳ, ἐν Λύστροις. Οἵους διωγμοὺς ὑπήνεγκα! Καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ ᾿Ιησοῦ διωχθήσονται· Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾿Ιησοῦ.

Ἀλληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 39]

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου