ΕΙΔΗΣΙΣ.
Κατὰ τήν ἑνδεκάτην
τοῦ παρόντος Μηνός, εἰ τύχοι ἐν Κυριακῇ, ἤ τῇ πρώτῃ μετ᾿ αὐτήν ἐρχομένῃ, μνείαν
ποιούμεθα τῶν ἁγίων Προπατόρων τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἐν ᾗ ἀναγινώσκεται
ὁ παρών Ἀπόστολος.
Προκείμενον.
Ἦχος πλ. δ΄[ Ὕμνος Τριῶν Παίδων. Δαν. γ΄]
Στίχ. Εὐλογητός εἶ, Κύριε, ὁ
Θεός ἡμῶν.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπί πᾶσαν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς
Παύλου
Κεφ.3: 4-11
Ἀδελφοί,
ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν
κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ
Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε
ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν,
αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν
παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον
εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι ῞Ελλην καὶ ᾿Ιουδαῖος,
περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ
ἐν πᾶσι Χριστός.
Ἀλληλούϊα
[γ΄]. Ἦχος πλ. δ΄ [Ψαλμός 98, 33]
Στίχ. Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς
ἱερεῦσιν αὐτοῦ.
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι,
καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου