Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ 10:11-21,11: 1-2.
Ἀδελφοί,
λέγει ἡ γραφή· «Πᾶς ὁ πιστεύων ἐπί τῷ Θεῷ οὐ καταισχυνθήσεται». Οὐ γὰρ ἔστι
διαστολὴ ᾿Ιουδαίου τε καὶ ῞Ελληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας
τοὺς ἐπικαλουμένους αὐτόν· «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται».
Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν;
Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; Καθὼς
γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων
τὰ ἀγαθά!». ᾿Αλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· ῾Ησαΐας γὰρ λέγει· «Κύριε,
τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;». Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ.
Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν; Μενοῦνγε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω, ᾿Ισραήλ;
Πρῶτος Μωϋσῆς λέγει· «Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ
παροργιῶ ὑμᾶς». ῾Ησαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς
ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι». Πρὸς δὲ τὸν ᾿Ισραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα
τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς
τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ ᾿Ισραηλίτης εἰμί, ἐκ σπέρματος ᾿Αβραάμ,
φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου