Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Προκείμενον.
Ἦχος α' [Ψαλμός 109]
Στίχ.
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στίχ.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως
ἂν
θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 14:20-25
Ἀδελφοί,
μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
Ἐν τῷ νόμῳ γέγραπται ὅτι «ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ
τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί» μου, λέγει Κύριος. Ὥστε αἱ γλῶσσαι εἰς
σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις,
ἀλλὰ τοῖς πιστεύουσιν. ᾿Εὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπί τὸ αὐτὸ καὶ πάντες
γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἤ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; Ἐὰν
δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἀπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων,
ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ
οὕτω πεσὼν ἐπί πρόσωπον προσκυνήσει τῶ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν
ἐστι.
Ἀλληλούϊα
[γ΄]. Ἦχος πλ. δ΄ [Ψαλμός 98, 33]
Στίχ.
Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.
Στίχ.
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου